Ομιλια π. Στυλιανου Χαρπαντιδη, Κυριακη ΙΑ’ Λουκα, 17/12/2017

Share

Πολ­λοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Κατά Λουκά Άγιο Ευαγγέλιο, Κεφάλαιο ΙΔ’ (14) 16-24

Εἶπεν ὁ Κύριος τὴν ­παραβολὴν ταύ­την· ἄνθρωπός τις ­ἐποίησε δεῖ­πνον μέγα καὶ ἐκάλεσε ­­πολ­λούς· καὶ ἀ­­­­πέστειλε τὸν δοῦ­λον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς ­κεκλη­μέ­νοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάν­τα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖ­­σθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀ­­γρὸν ἠγόρασα, καὶ ἔχω ἀνά­γκην ­ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐ­­­ρω­τῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέν­τε, καὶ πο­ρεύ­­ομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ­γυναῖ­κα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύ­ναμαι ἐλ­θεῖν. καὶ παραγενόμενος ὁ δοῦ­­­λος ἐ­­­­κεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦ­­τα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε τα­χέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πό­­λεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύ­ριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγ­κασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶ­κός μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημέ­νων γεύσεταί μου τοῦ δεί­πνου. πολ­λοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Share

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *