Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο Θ'(9) 1-8
Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Αρχείο κατηγορίας Πνευματικα κειμενα
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Ε΄Ματθαίου, Κυριακή 1/7/2018
Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο Η'(8) 28-34
Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Ε΄Ματθαίου, Κυριακή 1/7/2018
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή Β΄Ματθαίου, 10/6/2018
Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο Δ'(4) 18-23
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·
καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή Β΄Ματθαίου, 10/6/2018
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή των Αγίων Πάντων, 2018
Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο Ι'(10) 37-38
῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή των Αγίων Πάντων, 2018
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή του Τυφλού, 13/5/2018
Κατά Ιωάννη Άγιο Ευαγγέλιο, Κεφάλαιο Θ'(9) 1-38
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή του Τυφλού, 13/5/2018
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή Σαμαρείτιδος, 6/5/ 2018
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 6 Μαΐου 2018, τῆς Σαμαρείτιδος (Ἰωάν. δ΄ 5-42)
Τῷ καιρῷ ἐκείνῳ, ἔρχεται ὁ ᾿Ιησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ᾿Ιακὼβ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ. ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή Σαμαρείτιδος, 6/5/ 2018
Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή του Παραλύτου, 29/4/2018
Ευαγγελικό Ἀνάγνωσμα Κυριακῆς 29 Ἀπριλίου 2018, τοῦ Παραλύτου (Ἰωάν. ε΄ 1-15):
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ἔστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε Συνέχεια ανάγνωσης Ομιλία π. Στυλιανού Χαρπαντίδη, Κυριακή του Παραλύτου, 29/4/2018
ΟΜΙΛΙΑ Π. ΣΤΥΛΙΑΝΟΥ ΧΑΡΠΑΝΤΙΔΗ, ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ 22/4/2018
Κατά Μάρκο Άγιο Ευαγγέλιο, Κεφάλαιο ΙΕ'(15) 43-47
ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ.
ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ.
καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται.
Ομιλία π.Στυλιανού Χαρπαντίδη Αγία κ Μεγάλη Τρίτη 2018
Κυρηγμα π. Στυλιανου Χαρπαντιδη, Κυριακη Ε’ Νηστειων, Ευαγγελισμος της Θεοτοκου.
Κατά Μάρκο Άγιο Ευαγγέλιο, Κεφάλαιο Α’ (1) 24-38
Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε,
λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Συνέχεια ανάγνωσης Κυρηγμα π. Στυλιανου Χαρπαντιδη, Κυριακη Ε’ Νηστειων, Ευαγγελισμος της Θεοτοκου.